Προβολές από 2/2012
Παρασκευή 30 Μαρτίου 2012
Πέμπτη 22 Μαρτίου 2012
Ο Ακάθιστος Ύμνος
Ο Ακάθιστος Ύμνος συνδέεται με την πολιορκία και τη σωτηρία της Πόλης από τους Πέρσες και τους Αβάρους. Όλη τη νύχτα έψαλλαν όρθιοι τον ύμνο (γι αυτό και λέγεται Ακάθιστος), αποδίδοντος στην Παναγία τη νίκη τους. Τότε ήταν που προστέθηκε και το προοίμιό του: Τη Υπερμάχω.
Αποτελείται από τρία μέρη: Το Κοντάκιο (4 Στάσεις, 14 Οίκοι), τον Κανόνα (45 τροπάρια) και τις Ευχές.
Το Κοντάκιο
Α΄ ΣΤΑΣΗ
Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα:
Χαίρε,
δι' ης η χαρά εκλάμψει·χαίρε, δι' ης η αρά εκλείψει.
Χαίρε, του πεσόντος Αδάμ η ανάκλησις·
χαίρε, των δακρύων της Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς·
χαίρε, βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα·
χαίρε, ότι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τον Ήλιον·
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι' ης νεουργείται η κτίσις·
χαίρε, δι' ής βρεφουργείται ο Κτίστης.
Χαίρε, Νύμφη Ανύμφευτε.
Βλέπουσα ἡ Ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πῶς λέγεις κράζων Ἀλληλούια
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι.
Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω:
Χαίρε,
βουλής απορρήτου μύστις·χαίρε, σιγής δεομένων πίστις.
Χαίρε, των θαυμάτων Χριστού το προοίμιον·
χαίρε, των δογμάτων Αυτού το κεφάλαιον.
Χαίρε, κλίμαξ επουράνιε, δι' ής κατέβη ο Θεός·
χαίρε, γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν.
Χαίρε, το των Αγγέλων πολυθρύλητον θαύμα·
χαίρε, το των δαιμόνων πολυθρήνητον τραύμα.
Χαίρε, το φώς αρρήτως γεννήσασα·
χαίρε, το πως μηδένα διδάξασα.
Χαίρε, σοφών υπερβαίνουσα γνώσιν·
χαίρε, πιστών καταυγάζουσα φρένας.
Χαίρε, Νύμφη Ανύμφευτε.
Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν
σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Ἀλληλούια
Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον:
Χαίρε,
βλαστού αμαράντου κλήμα·χαίρε, καρπού ακηράτου κτήμα.
Χαίρε, γεωργόν γεωργούσα φιλάνθρωπον·
χαίρε, φυτουργόν της ζωής ημών φύουσα.
Χαίρε, άρουρα βλαστάνουσα ευφορίαν οικτιρμών·
χαίρε, τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών.
Χαίρε, ότι λειμώνα της τρυφής αναθάλλεις·
χαίρε, ότι λιμένα των ψυχών ετοιμάζεις.
Χαίρε, δεκτόν πρεσβείας θυμίαμα·
χαίρε, παντός του κόσμου εξίλασμα.
Χαίρε, Θεού πρός θνητούς ευδοκία·
χαίρε, θνητών προς Θεόν παρρησία.
Χαίρε, Νύμφη Ανύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη Ἀλληλούια
Β΄ ΣΤΑΣΗ
ἥν ὑμνοῦντες εἶπον: Χαίρε, αμνού και ποιμένος Μήτηρ·
χαίρε,
αυλή λογικών προβάτων.
Χαίρε, αοράτων εχθρών αμυντήριον·
χαίρε, Παραδείσου θυρών ανοικτήριον.
Χαίρε, ότι τα ουράνια συναγάλλεται τή γη·
χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς.
Χαίρε, των Αποστόλων το ασίγητον στόμα·
χαίρε, των Αθλοφόρων το ανίκητον θάρσος.
Χαίρε, στερρόν της πίστεως έρεισμα·
χαίρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαίρε, δι' ης εγυμνώθη ο Άδης·
χαίρε, δι' ης ενεδύθημεν δόξαν.
Χαίρε, Νύμφη Ανύμφευτε.
Χαίρε, αοράτων εχθρών αμυντήριον·
χαίρε, Παραδείσου θυρών ανοικτήριον.
Χαίρε, ότι τα ουράνια συναγάλλεται τή γη·
χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς.
Χαίρε, των Αποστόλων το ασίγητον στόμα·
χαίρε, των Αθλοφόρων το ανίκητον θάρσος.
Χαίρε, στερρόν της πίστεως έρεισμα·
χαίρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαίρε, δι' ης εγυμνώθη ο Άδης·
χαίρε, δι' ης ενεδύθημεν δόξαν.
Χαίρε, Νύμφη Ανύμφευτε.
Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες Ἀλληλούια.
Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ:
Χαίρε,
αστέρος αδύτου μήτηρ·
χαίρε, αυγή μυστικής ημέρας.
Χαίρε, της απάτης τήν κάμινον σβέσασα·
χαίρε, της Τριάδος τους μύστας φωτίζουσα.
Χαίρε, τύρρανον απάνθρωπον εκβαλούσα της αρχής·
χαίρε, Κύριον φιλάνθρωπον επιδείξασα Χριστόν.
Χαίρε, η της βαρβάρου λυτρουμένη θρησκείας·
χαίρε, η του βορβόρου ρυομένη των έργων.
Χαίρε, πυρός προσκύνησιν παύσασα·
χαίρε, φλογός παθών απαλλάττουσα.
Χαίρε, πιστών οδηγέ σωφροσύνης·
χαίρε, πασών γενεών ευφροσύνη.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, αυγή μυστικής ημέρας.
Χαίρε, της απάτης τήν κάμινον σβέσασα·
χαίρε, της Τριάδος τους μύστας φωτίζουσα.
Χαίρε, τύρρανον απάνθρωπον εκβαλούσα της αρχής·
χαίρε, Κύριον φιλάνθρωπον επιδείξασα Χριστόν.
Χαίρε, η της βαρβάρου λυτρουμένη θρησκείας·
χαίρε, η του βορβόρου ρυομένη των έργων.
Χαίρε, πυρός προσκύνησιν παύσασα·
χαίρε, φλογός παθών απαλλάττουσα.
Χαίρε, πιστών οδηγέ σωφροσύνης·
χαίρε, πασών γενεών ευφροσύνη.
Χαίρε, Νύμφη Ανύμφευτε.
Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου
τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν. Ἀλληλούια.
μὴ εἰδότα ψάλλειν. Ἀλληλούια.
Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος τὰ γὰρ εἴδωλα ταύτης
Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον :
Χαίρε,
άνόρθωσις των ανθρώπων·
χαίρε, κατάπτωσις των δαιμόνων.
Χαίρε, της απάτης την πλάνην πατήσασα·
χαίρε, των ειδώλων τον δόλον ελέγξασα.
Χαίρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν·
χαίρε, πέτρα η ποτίσασα τους διψώντας την ζώην.
Χαίρε, πύρινε στύλε, οδηγών τους εν σκότει·
χαίρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαίρε, τροφή του Μάννα διάδοχε·
χαίρε, τρυφής αγίας διάκονε.
Χαίρε, η γή της επαγγελίας·
χαίρε, εξ ης ρέει μέλι καί γάλα.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, κατάπτωσις των δαιμόνων.
Χαίρε, της απάτης την πλάνην πατήσασα·
χαίρε, των ειδώλων τον δόλον ελέγξασα.
Χαίρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν·
χαίρε, πέτρα η ποτίσασα τους διψώντας την ζώην.
Χαίρε, πύρινε στύλε, οδηγών τους εν σκότει·
χαίρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαίρε, τροφή του Μάννα διάδοχε·
χαίρε, τρυφής αγίας διάκονε.
Χαίρε, η γή της επαγγελίας·
χαίρε, εξ ης ρέει μέλι καί γάλα.
Χαίρε, Νύμφη Ανύμφευτε.
Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι
τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος διόπερ
ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων. Ἀλληλούια.
κράζων. Ἀλληλούια.
Γ΄ ΣΤΑΣΗ
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες:
Χαίρε,
το άνθος της αφθαρσίας·
χαίρε, το στέφος της εγκρατείας.
Χαίρε, αναστάσεως τύπον εκλάμπουσα·
χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα.
Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τρέφονται πιστοί·
χαίρε, ξύλον ευσκιόφυλλον, υφ' ου σκέπονται πολλοί.
Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις·
χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις.
Χαίρε, Κριτού δικαίου δυσώπησις·
χαίρε, πολλών πταιόντων συγχώρησις.
Χαίρε, στολή των γυμνών παρρησίας·
χαίρε, στοργή πάντα πόθον νικώσα.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, το στέφος της εγκρατείας.
Χαίρε, αναστάσεως τύπον εκλάμπουσα·
χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα.
Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τρέφονται πιστοί·
χαίρε, ξύλον ευσκιόφυλλον, υφ' ου σκέπονται πολλοί.
Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις·
χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις.
Χαίρε, Κριτού δικαίου δυσώπησις·
χαίρε, πολλών πταιόντων συγχώρησις.
Χαίρε, στολή των γυμνών παρρησίας·
χαίρε, στοργή πάντα πόθον νικώσα.
Χαίρε, Νύμφη Ανύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
τοὺς αὐτῷ βοώντας. Ἀλληλούια.
τοὺς αὐτῷ βοώντας. Ἀλληλούια.
Ὅλως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα.
Χαίρε,
Θεού αχωρήτου χώρα·
χαίρε, σεπτού μυστηρίου θύρα.
Χαίρε, των απίστων αμφίβολον άκουσμα·
χαίρε, των πιστών αναμφίβολον καύχημα.
Χαίρε, όχημα πανάγιον του επί των Χερουβίμ·
χαίρε, οίκημα πανάριστον του επί των Σεραφίμ.
Χαίρε, η ταναντία εις ταυτό αγαγούσα·
χαίρε, η παρθενίαν καί λοχείαν ζευγνύσα.
Χαίρε, δι' ης ελύθη παράβασις·
χαίρε, δι' ης ηνοίχθη Παράδεισος.
Χαίρε, η κλεις της Χριστού βασιλείας·
χαίρε, ελπίς αγαθών αιωνίων.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, σεπτού μυστηρίου θύρα.
Χαίρε, των απίστων αμφίβολον άκουσμα·
χαίρε, των πιστών αναμφίβολον καύχημα.
Χαίρε, όχημα πανάγιον του επί των Χερουβίμ·
χαίρε, οίκημα πανάριστον του επί των Σεραφίμ.
Χαίρε, η ταναντία εις ταυτό αγαγούσα·
χαίρε, η παρθενίαν καί λοχείαν ζευγνύσα.
Χαίρε, δι' ης ελύθη παράβασις·
χαίρε, δι' ης ηνοίχθη Παράδεισος.
Χαίρε, η κλεις της Χριστού βασιλείας·
χαίρε, ελπίς αγαθών αιωνίων.
Χαίρε, Νύμφη Ανύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη
τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως. Ἀλληλούια.
Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε ἀποροῦσι γὰρ λέγειν, τὸ πῶς καὶ Παρθένος
μένεις, καὶ τεκεῖν ἴσχυσας ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες, πιστῶς βοῶμεν.
Χαίρε,
Σοφίας Θεού δοχείον·
χαίρε, προνοίας Αυτού ταμείον.
Χαίρε, φιλοσόφους ασόφους δεικνύουσα·
χαίρε, τεχνολόγους αλόγους ελέγχουσα.
Χαίρε, ότι εμωράνθησαν οι δεινοί συζητηταί·
χαίρε, ότι εμαράνθησαν οι των μύθων ποιηταί.
Χαίρε, των Αθηναίων τας πλοκάς διασπώσα·
χαίρε, των αλιέων τας σαγήνας πληρούσα.
Χαίρε, βυθού αγνοίας εξέλκουσα·
χαίρε, πολλούς εν γνώσει φωτίζουσα.
Χαίρε, ολκάς των θελόντων σωθήναι·
χάιρε, λιμήν των του βίου πλωτήρων.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, προνοίας Αυτού ταμείον.
Χαίρε, φιλοσόφους ασόφους δεικνύουσα·
χαίρε, τεχνολόγους αλόγους ελέγχουσα.
Χαίρε, ότι εμωράνθησαν οι δεινοί συζητηταί·
χαίρε, ότι εμαράνθησαν οι των μύθων ποιηταί.
Χαίρε, των Αθηναίων τας πλοκάς διασπώσα·
χαίρε, των αλιέων τας σαγήνας πληρούσα.
Χαίρε, βυθού αγνοίας εξέλκουσα·
χαίρε, πολλούς εν γνώσει φωτίζουσα.
Χαίρε, ολκάς των θελόντων σωθήναι·
χάιρε, λιμήν των του βίου πλωτήρων.
Χαίρε, Νύμφη Ανύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει. Ἀλληλούια.
Δ΄ ΣΤΑΣΗ
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας.
Χαίρε, η στήλη
της παρθενίας·καὶ πάντας σοι προσφωνεῖν διδάξας.
χαίρε, η πύλη της σωτηρίας.
Χαίρε, αρχηγέ νοητής αναπλάσεως·
χαίρε, χορηγέ θεϊκής αγαθότητος.
Χαίρε, Συ γαρ ανεγέννησας τους συλληφθέντας αισχρώς·
χαίρε, Συ γαρ ενουθέτησας τους συληθέντας τον νούν.
Χαίρε, η τον φθορέα των φρένων καταργούσα·
χαίρε, η τον σπορέα της αγνείας τεκούσα.
Χαίρε, παστάς ασπόρου νυμφεύσεως·
χαίρε, πιστούς Κυρίω αρμόζουσα.
Χαίρε, καλή κουροτρόφε παρθένων·
χαίρε, ψυχών νυμφοστόλε αγίων.
Χαίρε, Νύμφη Ανύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι
σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου. ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν. Ἀλληλούια.
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον. τὸ γὰρ ἄυλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα.
Χαίρε, ακτίς νοητού Ηλίου·
χαίρε, βολίς του αδύτου φέγγους.
Χαίρε, αστραπή τας ψυχάς καταλάμπουσα·
χαίρε, ως βροντή τους εχθρούς καταπλήττουσα.
Χαίρε, ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν·
χαίρε, ότι τον πολύρρυτον αναβλύζεις ποταμόν.
Χαίρε, της κολυμβύθρας ζωγραφούσα τόν τύπον·
χαίρε, της αμαρτίας αναιρούσα τον ρύπον.
Χαίρε, λουτήρ εκπλύνων συνείδησιν·
χαίρε, κρατήρ κιρνών αγαλλίασιν.
Χαίρε, οσμή της Χριστού ευωδίας·
χαίρε, ζωή μυστικής ευωχίας.
Χαίρε, Νύμφη Ανύμφευτε.
χαίρε, βολίς του αδύτου φέγγους.
Χαίρε, αστραπή τας ψυχάς καταλάμπουσα·
χαίρε, ως βροντή τους εχθρούς καταπλήττουσα.
Χαίρε, ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν·
χαίρε, ότι τον πολύρρυτον αναβλύζεις ποταμόν.
Χαίρε, της κολυμβύθρας ζωγραφούσα τόν τύπον·
χαίρε, της αμαρτίας αναιρούσα τον ρύπον.
Χαίρε, λουτήρ εκπλύνων συνείδησιν·
χαίρε, κρατήρ κιρνών αγαλλίασιν.
Χαίρε, οσμή της Χριστού ευωδίας·
χαίρε, ζωή μυστικής ευωχίας.
Χαίρε, Νύμφη Ανύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος. καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως. Ἀλληλούια.
ἐπεδήμησε δι’ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος. καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως. Ἀλληλούια.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.
Χαίρε, σκηνή
του Θεού καί Λόγου·χαίρε, Αγία Αγίων μείζων.
Χαίρε, κιβωτέ χρυσωθείσα τω Πνεύματι·
χαίρε, θησαυρέ της ζωής αδαπάνητε.
Χαίρε, τίμιον διάδημα βασιλέων ευσεβών·
χαίρε, καύχημα σεβάσμιον ιερέων ευλαβών.
Χαίρε, της Εκκλησίας ο ασάλευτος πύργος·
χαίρε, της βασιλείας το απόρθητον τείχος.
Χαίρε, δι' ης εγείρονται τρόπαια·
χαίρε, δι' ης εχθροί καταπίπτουσι.
Χαίρε, χρωτός του εμού θεραπεία·
χαίρε, ψυχής της εμής σωτηρία.
Χαίρε, Νύμφη Ανύμφευτε.
Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων, ἁγιώτατον Λόγον. δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας. Ἀλληλούια.
Α΄ ΣΤΑΣΗ
Β΄ ΣΤΑΣΗ
Γ΄ ΣΤΑΣΗ
Δ΄ ΣΤΑΣΗ
Εγγραφή σε:
Αναρτήσεις (Atom)